Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.165 Joseph. AJ 10.170 (English) >>Joseph. AJ 10.174

10.168

Καὶ μὲν Ἰωάννης καὶ οἱ σὺν αὐτῷ τῶν ἡγεμόνων μὴ δυνηθέντες πεῖσαι τὸν Γαδαλίαν ἀπῆλθον. χρόνου δὲ διελθόντος ἡμερῶν τριάκοντα παραγίνεται πρὸς Γαδαλίαν εἰς Μασφαθὰ πόλιν Ἰσμάηλος μετʼ ἀνδρῶν δέκα, οὓς λαμπρᾷ τραπέζῃ καὶ ξενίοις ὑποδεξάμενος εἰς μέθην προήχθη φιλοφρονούμενος τὸν Ἰσμάηλον καὶ τοὺς σὺν αὐτῷ. 10.169θεασάμενος δʼ αὐτὸν οὕτως ἔχοντα καὶ βεβαπτισμένον εἰς ἀναισθησίαν καὶ ὕπνον ὑπὸ τῆς μέθης Ἰσμάηλος ἀναπηδήσας μετὰ τῶν δέκα φίλων ἀποσφάττει τὸν Γαδαλίαν καὶ τοὺς κατακειμένους σὺν αὐτῷ ἐν τῷ συμποσίῳ. καὶ μετὰ τὴν τούτων ἀναίρεσιν ἐξελθὼν νυκτὸς ἅπαντας φονεύει τοὺς ἐν τῇ πόλει Ἰουδαίους καὶ τοὺς ὑπὸ τῶν Βαβυλωνίων καταλειφθέντας ἐν αὐτῇ τῶν στρατιωτῶν. 10.170τῇ δʼ ἐπιούσῃ μετὰ δώρων ἧκον πρὸς Γαδαλίαν τῶν ἀπὸ τῆς χώρας ὀγδοήκοντα μηδενὸς τὰ περὶ αὐτὸν ἐγνωκότος. ἰδὼν δὲ αὐτοὺς Ἰσμάηλος εἴσω τε αὐτοὺς καλεῖ ὡς πρὸς Γαδαλίαν, καὶ παρελθόντων ἀποκλείσας τὴν αὔλειον ἐφόνευσε καὶ τὰ σώματα αὐτῶν εἰς λάκκον τινὰ βαθύν, ὡς ἂν ἀφανῆ γένοιτο, κατεπόντισε. 10.171διεσώθησαν δὲ τῶν ὀγδοήκοντα τούτων ἀνδρῶν οἳ μὴ πρότερον ἀναιρεθῆναι παρεκάλεσαν πρὶν τὰ κεκρυμμένα ἐν τοῖς ἀγροῖς αὐτῷ παραδῶσιν ἔπιπλά τε καὶ ἐσθῆτα καὶ σῖτον. ταῦτʼ ἀκούσας ἐφείσατο τῶν ἀνδρῶν τούτων Ἰσμάηλος·



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.165 Joseph. AJ 10.170 (English) >>Joseph. AJ 10.174

Powered by PhiloLogic